Μοναχική επιστολή προς τον Οικουμενικό Πατριάρχη κατά την επίσκεψη στο Φανάρι (15 Δεκεμβρίου 2021)

Μοναχική επιστολή προς την Αυτού Θειοτάτη Παναγιότητα, Οικουμενικό Πατριάρχη κ. κ. Βαρθολομαίο κατά την επίσκεψη μας στο Οικουμενικό Πατριαρχείο, η οποία αναγνώστηκε στον πάνσεπτο πατριαρχικό ναό του Αγίου Γεωργίου του Τροπαιοφόρου.

Παναγιώτατε καὶ Θειότατε Δέσποτα, Οἰκουμενικὲ Πατριάρχα καὶ ἀγαπητὲ ‘Αρχιποιμὴν ἡμῶν καὶ Αὐθέντα,

Ἐνεπλήσθημεν τοῦ ἐλέους τοῦ Κυρίου, ἀξιοθέντες ἵνα ὑποδέξησθε ἡμᾶς ὧδε, ἐν τῇ Βασιλίσσῃ τῶν πόλεων, ἐν τῷ ὀφθαλμῷ τοῦ κόσμου, ἐν τῇ καθέδρᾳ τῆς Πρωτοθρόνου Μητρὸς Ἐκκλησίας, καὶ ἠγαλλιασάμεθα καὶ εὐφράνθημεν ὀρόμενοι τὴν Ὑμετέραν ἱερὰν καὶ πεφωτισμένην πατρικὴν μορφήν.

Ἐνεπλήσθη ἡ χαρὰ ἡμῶν, ἤλθομεν ἐν τῇ γῇ τῆς Επαγγελίας τῶν ἡμετέρων προσδοκιῶν, μετὰ τοσαύτας γλυκείας καὶ λαμπρὰς διηγήσεις διὰ τὴν Ὑμετέρα Παναγιότητα ἐκ τοῦ προσφιλοῦς Γέροντος ἡμῶν καὶ γονέως ἐν Χριστῷ, τοῦ Ἐπισκόπου κ. Παρθενίου, καὶ μετὰ τάς συχνάς αἰτήσεις ἡμῶν ἵνα ὁδηγήσῃ ἡμᾶς πρὸς Ὑμᾶς. Οὗτος ἐξεπαίδευσε ἡμᾶς, ἀκριβῶς, ἐν τῷ πνεύματι τῆς Ρωμιοσύνης καὶ ἔμαθε ἡμᾶς ἵνα ἀγαπῶμεν τὴν Μητέρα Ἐκκλησίαν, τὸ Οἰκουμενικὸν Πατριαρχεῖον. Τὸ ὅτι ὁ Γέρων μετὰ ἱερᾶς ἀγάπης καὶ σεβασμοῦ ὅλην τὴν ζωὴν αὐτοῦ διηγείται ἡμῖν διὰ τὴν θεοπρόβλητον καὶ θεοφώτιστον προσωπικότητα Ὑμῶν, τοῦτο ἰδιαιτέρως ἔπραξε ἵνα καίονται αἱ καρδίαι ἐν ἡμῖν.

Οὐδέποτε λησμονήσωμεν τὰ ἐμπνευστὰ λόγια αὐτοῦ δι’ Ὑμᾶς, τὰ ὁποία φέρομεν ἔγγραπτα ἐν ταῖς καρδίαις, καὶ τινὰ αὐτῶν ἐθήκαμεν ἐν βιβλίῳ. Οὕτω, παραμείνωσιν διὰ παντός ἐγγραφέντα τὰ λόγια αὐτοῦ ἐκ τῆς ἐντυπώσεως μετὰ τὴν συνάντησιν μεθ’ Ὑμῶν, τῇ 28ῃ Ὀκτωβρίου 2019:

«Μέγας πλοῦτος», ὡμίλει ἡμῖν ὁ Γέρων, «διὰ τὴν Ορθόδοξον Ἐκκλησίαν ἐστίν ἡ προσωπικότης τοῦ Πατριάρχου. Σοφός, πεφωτισμένος νοῦς. Ἐν τῷ ὁμιλεῖν αὐτοῦ, αἰσθάνεται τις πως οὗτος ὁ ἄνθρωπος ἔχει ζώσαν ἐπαφὴν μετὰ τοῦ πνευματικοῦ κόσμου… Μετὰ τὴν συνάντησιν μετ’ Αὐτοῦ, αἰσθάνεσθε πνευματικῶς ἐξευγενισμένοι, ἐμπλουτισμένοι. Πόσον συνεκίνησέν με ὅταν εἶπεν: ‘Προσεύχεσθε δι’ ἐμέ, ἐπειδὴ φορῶ μέγα βᾶρος εἰς τοὺς ὤμους μου. Κατὰ τὰ ἀνθρώπινα οὔκ ἐστι δυνατὸν τοῦτο ἀντισχεῖν, ἀλλὰ αἱ προσευχαὶ τῶν Χριστιανῶν φυλάττουσίν με, τῶν καλῶν ψυχῶν ὅπου γῆς, αἱ ὁποίαι προσεύχονται δι’ ἐμέ.’ Οὗτος ἀνέλαβε ἐπ’ αὐτοῦ τὴν βαρεῖαν μάχην ἵνα ἐπιστρέψῃ τὴν κανονικὴν τάξιν ἐντός τῆς Ἐκκλησίας, καθιερωμένην ἐκ των Ἱερῶν Συνόδων. Ὁ θεόσοφος νοῦς αὐτοῦ ἀνεδείξατο ὡς ὄργανον τῆς Θείας χάριτος, μέσῳ τοῦ ὁποίου ἐλύθησαν πολλὰ προβλήματα εἰς τὴν Ἐκκλησίαν. Εἴθε ὁ Θεὸς διδοίη αὐτῷ δυνάμεις, ὑγείαν καὶ μακροημέρευσιν. Ἀληθῶς ἀποτελεῖ εὐλογία καὶ τιμὴ τὸ ζῆν ἐν τῇ ἐποχῇ τοῦτου τοῦ μεγάλου πατρὸς τῆς Ἐκκλησίας».

Δύνασθε νῦν φαντασθῆναι, Παναγιώτατε, πόση ἐστίν ἡ χαρὰ τῶν ψυχῶν ἡμῶν, καθῶς ὁ Γέρων ἐξεπλήρωσε τὸ πόθος τῶν καρδίων ἡμῶν ἵνα ὁδηγήσῃ ἡμᾶς εἰς τὴν Κωνσταντινούπολιν, εἰς Ὑμᾶς, είς τὸν νέον Χρυσόστομον τῆς Ἐκκλησίας ἐν τῷ καιρῷ τούτῳ. Ὑπὸ τῆς πρωτοβουλίας αὐτοῦ καὶ τῆς Ὑμετέρας εὐλογίας νῦν ἐνώπιον Ὑμῶν ἐσμεν, ὅλοι οἱ μοναχοὶ καὶ ὅλαι αἱ μοναχαί, γεννηθέντες καὶ ἐκπαιδευθέντες ἐκ τοῦ κατὰ πνεῦμα τέκνου Ὑμῶν, τοῦ Θεοφιλεστάτου Ἐπισκόπου Παρθενίου. Πὰρ’ δὲ αὐτῷ, καὶ ἡμεῖς ἐμεγαλώσαμεν τραφέντες ἐκ τῆς ἀγάπης Ὑμῶν πρὸς τὸν Σωτῆρα Χριστὸν καὶ πρὸς τὴν Ἐκκλησίαν Αὐτοῦ. Κατὰ τὴν μοναχικὴν σύναξιν πρὸ τῆς ἀναχωρήσεώς ἡμιν ἐνθάδε, ὁ Γέρων εἶπεν: «Ὁ ἅγιος Πατριάρχης ἡμῶν εὐδόκησε ἵνα ὑποδέξηται ὅλους ἡμᾶς εἰς ἀκρόασην. Τοῦτο ἔσται γεγονὸς ἱστορικόν, καθῶς πορευόμεθα λαβεῖν τὴν εὐλογίαν ἐνός ἱστορικοῦ Πατριάρχου, ἁγίου ἀνδρός, μεγάλου πατρὸς τῆς Ἐκκλησίας Χριστοῦ. Δοξάσατε τὸν Θεὸν καθῶς αὕτη ἡ συνάντησις ἔσται μεγάλη εὐλογία δι’ ὅλους ἡμᾶς καὶ ἔσται μία συνάντησις ἡ ὁποία φέρει τὴν γεῦσιν τῆς αἰωνιότητος».  

Ὡς ἐκ τοῦτου, Παναγίωτατε Πάτερ καὶ Δέσποτα, ἤλθομεν εὐχαριστήσωμεν Ὑμᾶς διὰ τὰς πολύτιμας εὐχάς, διὰ τὴν ἄψογον φροντίδα καὶ τὴν ἱερὰν ἀγάπην Ὑμῶν πρὸς τὴν Μητέραν Ἐκκλησίαν, διὰ τοὺς κόπους, τὸ βάρος καὶ τὰ βάσανα ἅ τοῖς ὤμοις ἀνελάβετε διὰ τὸ καλὸν ὅλων ἡμῶν, διὰ τὴν εὐστάθειαν τῆς Καθολικῆς Ὀρθοδοξίας. Καὶ νῦν, μετ’ ἰκεσιῶν καὶ δακρύων, ὡσεὶ τὸν Θεολόγον Ἰωάννην ἐνώπιον τοῦ Σταυρωθέντος Χριστοῦ, ἵσταμεν ἐνώπιον τῆς Ὑμετέρας προσωπικῆς σταυρώσεως εἰς χάριν τῆς Ἐκκλησίας. Ὁρῶμεν μετ’ ἀγάπης καὶ συμπάθειας τὸν Ὑμέτερον σταυρόν, ἀλλὰ ταυτοχρόνως γωνρίζομεν ὅτι λάμψει ἡ χαρὰ τῆς Μεγάλης Κυριακῆς. Ἱστάμενοι ταπεινῶς, παρακαλοῦμεν μὴ ἐγκαταλείπετε ἡμᾶς, τὰ ὑπήκοα τέκνα, ἀλλ’ ἐκ τοῦ σταυροῦ εἴπετε ἡμῖν: «Τέκνα, ἰδοὺ ἡ Μήτηρ ὑμῶν! Ἡ πολύπονος Ἐκκλησία Κωνσταντινουπόλεως ἐστίν καὶ ὑμετέρα Μήτηρ». Εἴπετε ἡμῖν ὡσεὶ μεγίστην παρηγορίαν, ὡσεὶ εὐαγγελισμὸν τῆς Ἀναστάσεως, καὶ ἀντιλάβετε ἡμᾶς, τὰ τέκνα τῆς διαλαμψάσης Ἀρχιεπισκοπῆς Ἀχριδῶν, εἰς τὴν κανονικὴν ἑνότητα μετὰ τῆς Μητρὸς τῶν Ἐκκλησιῶν, μετὰ τοῦ Οἰκουμενικοῦ Πατριαρχείου.

Εὐχαριστοῦμεν, Παναγιώτατε, ἐκ βάθους καρδίας, διότι τῇ πατρικῇ χρώμενος ἀγάπῃ, ἠνοίξατε τὰς χεῖρας τῆς καρδίας Ὑμῶν, ἀγκαλιζόμενος ἡμᾶς εἰς ἀγκάλην ἡ ὁποία ὁμοιοῖ ταύτῃ ᾗ ὁ Χριστὸς ἠγκαλίσατο τὸν μικρὸν παῖδα ἐν τῷ Ευαγγελίῳ. Τὸ ὄνομα Ὑμῶν παραμένει διὰ παντὸς γεγραμμένον χρυσοίς γράμμασιν εἰς τὴν ἡμετέραν προσευχητικὴν μνήμην, καὶ μετὰ υἱϊκῆς ἀγάπης ἀσπαζόμενοι τὴν ἁγίαν δεξιάν Ὑμῶν καὶ τὴν ἡδεῖαν καρδίαν, ταπεινῶς αἰτοῦμεν τὴν παναγίαν εὐλογίαν Ὑμῶν καὶ τὴν πατρικὴν προστασίαν.

Ἐκ τῶν ἀναξίων τέκνων Ὑμῶν, τῶν μοναχῶν καὶ μοναζουσῶν ὑπὸ τοῦ Ἐπισκόπου Ἀντανίας κ. Παρθενίου, καθηγουμένου τῆς Ἱερᾶς Μονῆς Τιμίου Προδρόμου Μπίγκορσκι, ἐν Βορείῳ Μακεδονίᾳ.